Add parallel Print Page Options

καὶ ὅραμα [a]διὰ νυκτὸς [b]τῷ Παύλῳ ὤφθη, ἀνὴρ [c]Μακεδών τις ἦν ἑστὼς [d]καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν [e]εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ [f]θεὸς εὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες [g]οὖν [h]ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ [i]δὲ ἐπιούσῃ εἰς [j]Νέαν Πόλιν, 12 [k]κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν [l]πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν [m]ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς [n]πύλης παρὰ ποταμὸν οὗ [o]ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ [p]τοῦ Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου [q]μένετε· καὶ παρεβιάσατο ἡμᾶς.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 διὰ WH Treg ] + τῆς NIV RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 τῷ Παύλῳ ὤφθη WH Treg NIV ] ὤφθη τῷ Παύλῳ RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 Μακεδών τις ἦν WH Treg NIV ] τις ἦν Μακεδών RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:9 καὶ WH Treg NIV ] – RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:10 εἰς WH Treg NIV ] + τὴν RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:10 θεὸς WH Treg NIV ] κύριος RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 οὖν WH Treg RP ] δὲ NIV
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 ἀπὸ WH Treg NIV ] + τῆς RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 δὲ WH Treg NIV ] τε RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:11 Νέαν Πόλιν WH Treg NIV ] Νεάπολιν RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 κἀκεῖθεν WH Treg NIV ] ἐκεῖθέν τε RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:12 ταύτῃ WH Treg NIV ] αὐτῇ RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 πύλης WH Treg NIV ] πόλεως RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:13 ἐνομίζομεν προσευχὴν WH Treg NIV ] ἐνομίζετο προσευχὴ RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:14 τοῦ NIV RP ] – WH Treg
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 16:15 μένετε WH Treg NIV ] μείνατε RP